Add parallel Print Page Options

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον [a]ἵνα τῷ σταυρῷ τοῦ [b]Χριστοῦ [c]μὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ [d]περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται [e]κἀγὼ κόσμῳ. 15 [f]οὔτε γὰρ περιτομή τί [g]ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα [h]τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 ἵνα WH Treg NIV] + μὴ RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 μὴ WH Treg NIV] – RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:14 κἀγὼ WH Treg NIV] + τῷ RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 οὔτε γὰρ WH Treg NIV] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:15 ἐστιν WH Treg NIV] ἰσχύει RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:17 τοῦ WH Treg NIV] + κυρίου RP